ἤδη καὶ ῥόδον ἐστὶ καὶ ἀκμάζων ἐρέβινθος
καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτότομοι
καὶ μαίνη †ζαλαγεῦσα† καὶ ἀρτιπαγὴς ἁλίτυρος
καὶ θριδάκων οὔλων ἁβροφυῆ πέταλα·
ἡμεῖς δ᾿ οὔτ᾿ ἀκτῆς ἐπιβαίνομεν οὔτ᾿ ἐν ἀπόψει
γινόμεθ᾿ ὡς αἰεί, Σωσύλε, τὸ πρότερον·
καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον,
νῦν δ᾿ αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν.
2017/01/13
© 2016- Tetsufumi Takeshita All Right Reserved.